Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Σὲ τὸν ἀπερίγραπτον, καὶ ἀνερμήνευτον Λόγον, σάρκα χρηματίσαντα, δι᾿ ἡμᾶς φιλάνθρωπε ἀνεκήρυξε,
τὸ σεπτὸν σύστημα, τῶν σοφῶν Πατέρων, Θεὸν τέλειον καὶ
ἄνθρωπον, διπλοῦν ταῖς φύσεσι, καὶ ταῖς ἐνεργείαις ὑπάρχοντα,
διπλοῦν καὶ ταῖς θελήσεσιν, ἕνα τὸν αὐτὸν καθ᾿ ὑπόστασιν· ὅθεν σὺν Πατρί τε, καὶ Πνεύματι γινώσκοντες Θεόν, ἕνα πιστῶς προσκυνοῦμέν σε, τούτους μακαρίζοντες.
Στίχ. η´. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ
ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν
Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομhttp://hristospanagia3.blogspot.gr/ιῶν αὐτοῦ.
Πύῤῥον τε καὶ Σέργιον, καὶ
τὸν Ὀνώριον ἅμα, Εὐτυχῆ Διόσκορον, καὶ δεινὸν Νεστόριον
κατεστρέψατε, τῶν κρημνῶν ἔνδοξοι, τὸ Χριστοῦ ποίμνιον,
ἑκατέρων διασώσαντες, διπλοῦν ταῖς φύσεσιν, ἕνα τὸν
Χριστὸν καθ᾿ ὑπόστασιν, λαμπρῶς ἀνακηρύξαντες, μόναις
ἐνεργείαις δεικνύμενον· ὃν καὶ προσκυνοῦντες, ὡς ἄνθρωπον,
καὶ τέλειον Θεόν, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, νῦν ὑμᾶς
δοξάζομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου