Δευτέρα 4 Απριλίου 2016

Περὶ τῆς ἐν Χριστῷ ζωῆς - Λόγος ἕκτος


Λόγος ἕκτος· πῶς αὐτὴν ἀπὸ τῶν μυστηρίων λαβόντες φυλάξομεν.
1. Ἃ μὲν οὖν τῆς ἐν Χριστῷ ζωῆς εἰς αὐτὸν τὸν Χριστὸν ἀναφέρει καὶ ὧν ἐκείνῳ μόνῳ προσῆκε, ταῦτά ἐστιν. Ἐπεὶ δὲ τὸ μὲν συστῆναι τὴν ζωὴν ἐξ ἀρχῆς τῆς τοῦ Σωτῆρος χειρὸς ἐξήρτηται μόνης, τό γε μὴν φυλάξαι παγεῖσαν καὶ μεῖναι ζῶντας καὶ τῆς ἡμετέρας ἔργον σπουδῆς· ἀνάγκη δὲ καὶ τῶν ἀνθρωπίνων ἐνταῦθα καὶ τοῦ παρ’ ἡμῶν συντελοῦντος, ὥστε μὴ διαφθεῖραι λαβόντας ἀλλὰ διὰ τέλους σῶσαι τὴν χάριν καὶ τὸν θησαυρὸν ἐνθένδεν ἐν χεροῖν ἔχοντας ἀπελθεῖν, καὶ ταῦτα σκοπεῖν δι’ ὧν ἔξεστιν ἀνῦσαι λοιπὸν ἂν εἴη τῷ νῦν ἀγῶνι· καὶ τοῦ περὶ τῆς ζωῆς ἡμῖν λόγου γένοιτ’ ἂν καὶ τοῦτο μέρος εἰκότως.
2. Καθάπερ γὰρ ἐπὶ τῶν πραγμάτων αὐτῶν εἰκός ἐστι καὶ συμβαῖνον, τὴν ζωὴν οὐκ ἀγαπᾶν δεξαμένους οὐδὲ καθεύδειν ὡς ἂν τὸ πᾶν ἔχοντας, ἀλλὰ καὶ δι’ ὧν φυλάξομεν προσῆκε ζητεῖν, τὸν ἴσον τρόπον κἀν τοῖς λόγοις ἂν ἔχοι, καὶ τοῖς περὶ τῶν προτέρων τοὺς περὶ τῶν δευτέρων προσθεῖναι, καὶ ὅθεν ἐζήσαμεν καὶ ὅπως καὶ τί παθόντες εἰπόντας, ἔπειτα τί ποιοῦντες οὐ προδώσομεν τὴν εὐδαιμονίαν ἀκόλουθον ἂν εἴη διεξελθεῖν.
http://www.hristospanagia3.blogspot.gr/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Δημοφιλείς αναρτήσεις τίς τελευταίες 7 ημέρες