Χαῖρε σφόδρα, θύγατερ Σιών.
Κήρυττε χαράν, θύγατερ Ἱερουσαλήμ.
Χόρευε λαὸς πόλεως τῆς τοῦ Θεοῦ.
Σκιρτήσατε πύλαι καὶ τείχη Σιὼν καὶ πᾶσα ἡ γῆ.
Βοήσατε τὰ ὄρη, καὶ οἱ βουνοὶ μεγάλα σκιρτήσατε.
Ποταμοὶ κροτήσατε χεῖρας, καὶ ὄχλοι Σιὼν περιλάβετε, Θεοῦ παρουσίαν ἐν αὐτῇ βλέποντες.
Συμφωνείτω σήμερον τὰ οὐράνια τοῖς ἐπιγείοις, καὶ ἀνυμνείτω ἡ ἄνω μετὰ τῆς κάτω Ἱερουσαλήμ, διὰ Χριστὸν τὸν ἐν αὐτῇ, Οὐράνιον καὶ Ἐπίγειον.
Οὐράνιον νοεραὶ δυνάμεις περιχορεύσατε, Ἐπίγειον οἱ ἐπὶ τῆς γῆς σὺν ἀγγέλοις ὑμνήσατε.

Σήμερον γὰρ ὤφθη ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.
Σήμερον δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ Ἱερουσαλήμ, ἡ πόλις τοῦ Βασιλέως τοῦ Μεγάλου ἄνοιγε τὰς πύλας τῷ ἀνοίξαντι πᾶσι τὰς οὐρανίους πύλας καὶ ἀνοίξαντι πᾶσι τὰς παραδείσου πύλας καὶ ἀνοίξαντι τῶν τάφων ἐπὶ σταυροῦ τὰς πύλας καὶ συντρίψαντι ᾅδου τὰς ἀπ' αἰῶνος πύλας καὶ συγκλείσαντι παραδόξως τῆς παρθενίας τὰς πύλας.
Σήμερον ὁ πάλαι τῷ Μωσῇ χρηματίσας ἐπὶ τοῦ ὄρους Σινᾶ θεοπρεπῶς πληροῖ τὸν νόμον ὑπὸ νόμον γενόμενος δουλοπρεπῶς.
Σήμερον ὁ Θεὸς ἀπὸ Θαιμὰν ἐν Σιὼν ἔρχεται.
Σήμερον ὁ Οὐράνιος νυμφίος μετὰ Θεομήτορος παστάδος ἐν τῷ ναῷ παραγίνεται.
Θυγατέρες Ἱερουσαλὴμ ἐξέλθετε εἰς ἀπάντησιν Αὐτοῦ.

http://hristospanagia3.blogspot.gr/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου