Παραμονὴ τῆς τοῦ Χριστοῦ Γεννήσεως
Ἀπολυτίκιον. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβευτῇ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαβίδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν· ἐπέστη δὲ καιρός, ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδείς, τῷ καταλύματι, ἀλλ’ ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν ἀναστήσων εἰκόνα.
Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως, Χόρευε, ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον, μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
Μεγαλυνάριον.
Φάτνη ἑτοιμάζου τὰ τῆς δοχῆς, σπεύσατε Ποιμένες, καὶ οἱ Μάγοι ἐκ τῶν Περσῶν, σὺν τοῖς Ἀσωμάτοις, ἐν Βηθλεὲμ βοῆσαι· Δόξα τῷ τικτομένῳ, σῶσαι τὰ σύμπαντα.

http://hristospanagia3.blogspot.gr/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου